Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.171 Joseph. AJ 5.176 (English) >>Joseph. AJ 5.179

5.173αἱ δὲ μετὰ παιδιᾶς οὐδὲν ὑφορώμεναι τῶν μελλόντων ἀφυλάκτως ὥδευον· οἱ δὲ σκεδασθεισῶν εἴχοντο ἐξαναστάντες. καὶ οὗτοι μὲν οὕτως γαμήσαντες ἐπʼ ἔργα τῆς γῆς ἐχώρησαν καὶ πρόνοιαν ἐποιήσαντο πάλιν εἰς τὴν προτέραν εὐδαιμονίαν ἐπανελθεῖν. 5.174Βενιαμιτῶν μὲν οὖν φυλὴ κινδυνεύσασα τελέως ἐκφθαρῆναι τῷ προειρημένῳ τρόπῳ κατὰ τὴν Ἰσραηλιτῶν σοφίαν σώζεται ἤνθησέ τε παραχρῆμα καὶ ταχεῖαν εἴς τε πλῆθος καὶ τὰ ἄλλα πάντα ἐποιήσατο τὴν ἐπίδοσιν. οὗτος μὲν οὖν πόλεμος οὕτως παύεται. 5.175

Ὅμοια δὲ τούτοις παθεῖν καὶ τὴν Δάνην συνέβη φυλὴν ἐξ αἰτίας τοιαύτης εἰς τοῦτο προαχθεῖσαν. 5.176τῶν Ἰσραηλιτῶν ἐκλελοιπότων ἤδη τὴν ἐν τοῖς πολέμοις ἄσκησιν καὶ πρὸς τοῖς ἔργοις ὄντων τῆς γῆς Χαναναῖοι καταφρονήσαντες αὐτῶν συνεποιήσαντο δύναμιν, οὐδὲν μὲν αὐτοὶ πείσεσθαι προσδοκῶντες, ὡς δὲ βεβαίαν τὴν τοῦ ποιήσειν κακῶς τοὺς Ἑβραίους ἐλπίδα λαβόντες ἐπʼ ἀδείας τὸ λοιπὸν οἰκεῖν τὰς πόλεις ἠξίουν. 5.177ἅρματά τε οὖν παρεσκευάζοντο καὶ τὸ ὁπλιτικὸν συνεκρότουν αἵ τε πόλεις αὐτῶν συνεφρόνουν καὶ τῆς Ἰούδα φυλῆς τὴν Ἀσκάλωνα καὶ Ἀκαρῶνα παρεσπάσαντο ἄλλας τε πολλὰς τῶν ἐν τῷ πεδίῳ καὶ Δανίτας εἰς τὸ ὄρος ἠνάγκασαν συμφυγεῖν οὐδὲ ὀλίγον αὐτοῖς ἐπιβατὸν τοῦ πεδίου καταλιπόντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.171 Joseph. AJ 5.176 (English) >>Joseph. AJ 5.179

Powered by PhiloLogic